Παρασκευή, 6 Μαρτίου 2009

το μήνυμα της ημέρας 06/03/2009

Παρθενική πανήγυρις σήμερον...
Πρώτη στάση των Χαιρετισμών της Θεοτόκου Παναγίας Μητέρας μας σήμερα.

Άγγελος πρωτοστάτης, ουρανόθεν επέμφθη,ειπείν τή Θεοτόκω το Χαίρε· (εκ γ')
καί συν τή ασωμάτω φωνή, σωματούμενόν σε θεωρών Κύριε, εξίστατο καί ίστατο, κραυγάζων πρός αυτήν τοιαύτα·
χαίρε δι ης η χαρά εκλάμψει
χαίρε δι' ης η αρά εκλείψει
χαίρε του πεσόντος Αδάμ η ανάκλησις
χαίρε των δακρύων της Εύας η λύτρωσις
χαίρε ύψος δυσανάβατον ανθρωπίνοις λογισμοίς
χαίρε βάθος δυσθεώρητον καί Αγγέλων οφθαλμοίς
χαίρε ότι υπάρχεις Βασιλέως καθέδρα
χαίρε ότι βαστάζεις τόν βαστάζοντα πάντα
χαίρε γαστήρ ενθέου σαρκώσεως
χαίρε δι' ης νεουργήται η κτίσις
χαίρε δι' ής βρεφουργείται ο Κτίστης

Χαίρε Νύμφη ανύμφευτε.

Βλέπουσα η Αγία, εαυτήν εν αγνεία, φησί τω Γραβριήλ θαρσαλέως·
το παράδοξόν σου της φωνής, δυσπαράδεκτόν μου τή ψυχή φαίνεται·
ασπόρου γαρ συλλήψεως, τήν κύησιν πώς λέγεις κράζων·

Αλληλούϊα.

Γνώσιν άγνωστον γνώναι, η Παρθένος ζητούσα,εβόησε πρός τόν λειτουργούντα·
εκ λαγόνων αγνών,Υιόν πώς εστι τεχθήναι δυνατόν;
λέξον μοι, πρός ην εκείνος έφησεν εν φόβω, πλην κραυγάζων ούτω·

χαίρε βουλής απορρήτου μύστις
χαίρε σιγής δεομένων πίστις
χαίρε των θαυμάτων Χριστού το προοίμιον
χαίρε των δογμάτων αυτού το κεφάλαιον
χαίρε κλίμαξ επουράνιε δι' ής κατέβει κατέβη ο Θεός
χαίρε γέφυρα μετάγουσα τους εκ γης πρός ουρανόν
χαίρε το των Αγγέλων πολυθρύλητον θαύμα
χαίρε το των δαιμόνων πολυθρήνητων τραύμα
χαίρε το φώς μηδένα διδάξασα
χαίρε σοφών υπερβαίνουσα γνώσιν
χαίρε πιστών καταυγάζουσα φρένας

Χαίρε Νύμφη ανύμφευτε.

Δύναμις του Υψίστου, επεσκίασε τότε,πρός σύλληψιν τή Απειρογάμω·
καί τήν εύκαρπον ταύτης νηδύν, ως αγρόν υπέδειξεν ηδύν άπασι,τοις θέλουσι θερίζειν σωτηρίαν, εν τω ψάλλειν ούτως·
Αλληλούϊα.
Έχουσα θεοδόχον η Παρθένος τήν μήτραν,ανέδραμε πρός τήν Ελισάβετ,το δε βρέφος εκείνης ευθύς, επιγνόν τόν ταύτης ασπασμόν, έχαιρε! Καί άλμασιν ως άσμασιν, εβόα πρός τήν Θεοτόκον.·

χαίρε βλαστού αμαράντου κτήμα
χαίρε γεωργόν γεωργούσα Φιλάνθρωπον
χαίρε φυτουργόν της ζωής ημών φύουσα
χαίρε άρουρα βλαστάνουσα ευφορίαν οιοκτιρμών
χαίρε τράπεζα βαστάζουσα ευθηνίαν ιλασμών
χαίρε ότι λειμώνα της τρυφής αναθάλλεις
χαίρε ότι λιμένα των ψυχών ετοιμάζεις
χαίρε δεκτόν πρεσβείας θυμίαμα
χαίρε παντός του κόσμου εξίλασμα
χαίρε Θεού πρός θνητούς ευδοκία
χαίρε θνητών προς Θεόν παρρησία

Χαίρε Νύμφη ανύμφευτε.

Ζάλην ένδοθεν έχων, λογισμών αμφιβόλων,ο σώφρων Ιωσήφ εταράχθη, πρός τήν άγαμόν σε θεωρών,καί κλεψίγαμον υπονοών άμεμπτε·μαθών σε σου τήν σύλληψιν εκ Πνεύματος Αγίου έφη·
Αλληλούϊα

Των εν Αμορίω 42 μαρτύρων. Κρατερού, Μελισσηνού, Ευβούλου, Ιουλιανού των μαρτύρων.

«Οι πιστεύοντες εις τον Χριστόν διά πίστεως ελευθέρας πάσης αμφιβολίας ως Θεόν δημιουργόν και Θεόν σωτήρα ημών, εν παραφορά μετανοίας, λαμβάνουν πείραν και του 'Αδου και της Αναστάσεως, πρίν ή γευθούν του σωματικού θανάτου»
Αρχιμ. Σωφρονίου Σαχάρωφ